Psalms 147
1 ▼▼LXX: Psa.146:1
Αλληλουια· Αγγαιου καὶ Ζαχαριου. Αἰνεῖτε τὸν κύριον, ὅτι ἀγαθὸν ψαλμός· τῷ θεῷ ἡμῶν ἡδυνθείη αἴνεσις. 2 ▼▼LXX: Psa.146:2
οἰκοδομῶν Ιερουσαλημ ὁ κύριος καὶ τὰς διασπορὰς τοῦ Ισραηλ ἐπισυνάξει, 3 ▼▼LXX: Psa.146:3
ὁ ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν, 4 ▼▼LXX: Psa.146:4
ὁ ἀριθμῶν πλήθη ἄστρων, καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν. 5 ▼▼LXX: Psa.146:5
μέγας ὁ κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός. 6 ▼▼LXX: Psa.146:6
ἀναλαμβάνων πραεῖς ὁ κύριος, ταπεινῶν δὲ ἁμαρτωλοὺς ἕως τῆς γῆς. 7 ▼▼LXX: Psa.146:7
ἐξάρξατε τῷ κυρίῳ ἐν ἐξομολογήσει, ψάλατε τῷ θεῷ ἡμῶν ἐν κιθάρᾳ, 8 ▼▼LXX: Psa.146:8
τῷ περιβάλλοντι τὸν οὐρανὸν ἐν νεφέλαις, τῷ ἑτοιμάζοντι τῇ γῇ ὑετόν, τῷ ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον [καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων,] 9 ▼▼LXX: Psa.146:9
διδόντι τοῖς κτήνεσι τροφὴν αὐτῶν καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν. 10 ▼▼LXX: Psa.146:10
οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θελήσει οὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ· 11 ▼▼LXX: Psa.146:11
εὐδοκεῖ κύριος ἐν τοῖς φοβουμένοις αὐτὸν καὶ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ. 12 ▼▼LXX: Psa.147:1
Αλληλουια· Αγγαιου καὶ Ζαχαριου. Ἐπαίνει, Ιερουσαλημ, τὸν κύριον, αἴνει τὸν θεόν σου, Σιων, 13 ▼▼LXX: Psa.147:2
ὅτι ἐνίσχυσεν τοὺς μοχλοὺς τῶν πυλῶν σου, εὐλόγησεν τοὺς υἱούς σου ἐν σοί· 14 ▼▼LXX: Psa.147:3
ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε· 15 ▼▼LXX: Psa.147:4
ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ, ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ 16 ▼▼LXX: Psa.147:5
τοῦ διδόντος χιόνα ὡσεὶ ἔριον, ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος, 17 ▼▼LXX: Psa.147:6
βάλλοντος κρύσταλλον αὐτοῦ ὡσεὶ ψωμούς, κατὰ πρόσωπον ψύχους αὐτοῦ τίς ὑποστήσεται;
18 ▼▼LXX: Psa.147:7
ἀποστελεῖ τὸν λόγον αὐτοῦ καὶ τήξει αὐτά· πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα. 19 ▼▼LXX: Psa.147:8
ἀπαγγέλλων τὸν λόγον αὐτοῦ τῷ Ιακωβ, δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ Ισραηλ. 20 ▼▼LXX: Psa.147:9
οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς.
Copyright information for
LXX